ἡ Κρήτη (In Easy Ancient Greek)

Written by Jenny Teichmann

Last summer (July 2025) I travelled to Crete. Here are my travel notes in easy Ancient Greek. Enjoy! 😊

Vocabulary

Verbs
ἐπορεύθην: “I travelled”, aorist passive (with active meaning) < πορεύομαι
κεῖται: “lies” (of places)
χαίρειν κελεύω (+ dative): “I say goodbye” (to somebody)

Nouns
ὁ λιμήν, λιμένος: “harbor”
τὸ φρούριον: “fortress”
τὰ ἐρείπια: “ruins”
ἡ φάραγξ, φάραγγος: “gorge, chasm”

Ethnicities
οἱ Ἐνετοί: “Venetians” (who occupied Crete from the 13th to the 17th century)
οἱ Ὀθωμανοί: “Ottomans” (who also occupied Crete, from the 17th till the end of the 19th century)

For other words you don’t know, I recommend using Perseus, the Greek word study tool.

ἡ Κρήτη

ἡ Κρήτη μεγάλη καὶ καλή ἐστι νῆσος τῆς Ἑλλάδος. ἐγω δὲ τρεῖς πόλεις εἶδον τῆς Κρήτης·

  • Ἡράκλειον,
  • Ῥέθυμνον,
  • καὶ Χανιά.

Ἡράκλειον

ἀφικόμην εἰς Ἡράκλειον τῇ νηί. 🛥️πρῶτον οὖν εἶδον τὸν λιμένα καὶ τὰς ναῦς ἐκεῖ.

ὁ λιμήν

βαδίζουσα κατὰ τὸν λιμένα, εἶδον καὶ τὸ φρούριον τῶν Ἐνετῶν. τοῦτο τὸ φρούριον πάλαι ἐφύλαττε τὸν λιμένα καὶ τὴν πόλιν. νὺν δὲ μουσεῖόν ἐστιν.

τὸ φρούριον

εἰσελθοῦσα εἰς τὸ φρούριον, εἶδον πολλοὺς ἀμφορέας καὶ ἄλλα παλαιά.

οἱ ἀμφορεῖς ἐν τῷ φρουρίῳ

ἀναβαίνουσα δ’ ἐθαύμασα τὴν θάλατταν ἐκ τοῦ φρουρίου.

ἡ θάλαττα καλῶς ὁρᾶται ἐκ τοῦ φρουρίου

καταβαίνουσα καὶ λιποῦσα τὸ φρούριον, ἦλθον εἰς τὴν πόλιν· ἐβουλόμην γὰρ τὸ ἀρχαιολογικὸν μουσεῖον ἰδεῖν.

ἐν τῷ μουσείῳ πολλὰ καὶ θαυμαστὰ εἶδον, οἷον·

  • τὴν θεὰν τῶν ὄφεων,
  • δελφῖνας,
  • τὸν δίσκον τῆς Φαιστοῦ.

ἡ θεὰ τῶν ὄφεων

οἱ δελφῖνες

ὁ δίσκος τῆς Φαιστοῦ

Κνωσσός

πλησίον τοῦ Ἡρακλείου κεῖται Κνωσσός. ἡ Κνωσσὸς πάνυ παλαιὰ πόλις ἐστί. λέγουσιν ὅτι αὐτὸς ὁ Μίνως (ὁ πρῶτος βασιλεὺς τῆς Κρήτης) ἐβασίλευε ἐν ταύτῃ τῇ πόλει σὺν τῷ Μινωταύρῳ 😮

ὁ Μινώταυρος (©Paul Reid)

ἐγὼ δὲ οὔτε τὸν Μίνω οὔτε τὸν Μινώταυρον εἶδον ☹️ ἀλλὰ μόνον ἐρείπια, πίθους, καὶ αἰλούρους.

τὰ ἐρείπια τῆς Κνωσσοῦ

τρεῖς πίθοι. ποῦ δ’ ἐστὶν ὁ Μινώταυρος;

ὁ αἴλουρος φυλάττει τὰ ἐρείπια

Ῥέθυμνον

ἐκ τοῦ Ἡρακλείου ἐπορεύθην εἰς Ῥέθυμνον. καὶ αὕτη ἡ πόλις ἔχει καλὸν λιμένα.

ὁ λιμὴν τοῦ Ῥεθύμνου

ὁ φάρος

ἄνθη κατὰ τὸν λιμένα

τὸ Ῥέθυμνον καὶ ἔχει μέγα φρούριον· ἐν μέσῳ δὲ τῷ φρουρίῳ κεῖται καλὸς νεὼς (ναός) τῶν Ὀθωμανῶν.

τὸ φρούριον τοῦ Ῥεθύμνου

ὁ νεὼς (ναός) τῶν Ὀθωμανῶν

καὶ ἐκ τούτου τοῦ φρουρίου ἡ θάλαττα ὁρᾶται

ἐκ τοῦ φρουρίου εἰς τὴν πόλιν ἦλθον. καὶ ἐκεῖ εἶδον αἰλούρους, και ἔμαθον τί ἐστιν ἡ Κρητικὴ λύρα.

ὁ αἴλουρος φυλάττει τῆν οἰκίαν

ἡ καλουμένη “Κρητικὴ λύρα”

Χανιά

ἐκ τοῦ Ῥεθύμνου ἐπορεύθην εἰς Χανιά (πάλαι· “Κυδωνία”).

Χανιὰ παλαιά ἐστι πόλις

νεὼς (= ναός) τῶν Χριστιανῶν

Χανιὰ δοκεῖ εἶναι πόλις τῆς Ἰταλίας

καὶ αὕτη ἡ πόλις ἔχει καλὸν λιμένα καὶ φάρον.

ὁ λιμήν

πολλοὶ ὄρνιθες οἰκοῦσι κατὰ τὸν λιμένα

ὁ φάρος

ἡ φάραγξ

περὶ μὲν τὰ Χανιὰ μεγάλα ἐστὶν ὄρη. μεταξὺ δὲ τῶν μεγάλων ὀρῶν μεγάλαι εἰσιν φάραγγες. ἡ δὲ μεγίστη τῶν φαράγγων καλεῖται· ἡ φάραγξ τῆς Σαμαριᾶς. ταύτην οὖν ἐβουλόμην διελθεῖν, ἑκατὸν στάδια (≈ 18km) ἀπὸ τῆς εἰσόδου μέχρι τῆς θαλάττης.

ἡ εἴσοδος εἰς τὴν φάραγγα

ἡ ὁδὸς ἄγει διὰ μεγάλων ὀρῶν

ὄνοι βοηθοῦσι τοῖς ἀνθρώποις ἐν τῇ φάραγγι. οὗτος ὁ ὄνος “Πάρις” ἐκαλεῖτο 🙂

ἄνθη κατὰ τὴν ὁδόν

μικρὰ γέφυρα ὑπὲρ μικροῦ ποταμοῦ

αἱ καλούμεναι “πύλαι”· ἐνθάδε στενωτάτη γίγνεται ἡ φάραγξ

διαβαίνουσα τὴν δεινὴν φάραγγα, διέφθαρα τὸ ἐμὸν ὑπόδημα 😨

μετὰ ἑκατὸν στάδια ἀφικόμην πρὸς τὴν θάλατταν· ἀφικομένη δέ, ἡσύχαζον 🍹😎

τέλος

ἐκ τῆς φάραγγος πάλιν ἐπορεύθην εἰς Χανιά. καιρὸς γὰρ ἦν οἴκαδε ἐλθεῖν. 🥲

ἀποπετομένη οὖν χαίρειν ἐκέλευσα τῇ Κρήτῃ. ἐλπίζω δὲ πάλιν ὄψεσθαι ταύτην τὴν καλλίστην νῆσον!

ἀποπετομένη χαίρειν ἐκέλευσα τῇ Κρήτῃ

Leave a Reply

Your email address will not be published. Required fields are marked *