Podcast

Ancient Greek Podcast

Learn Ancient Greek on the go with Ἄργος ἀκροᾶται.

Fourteenth Episode: τίς ἔκτισε τὴν ‘Ρώμην; Who Founded Rome?

τίς ἔκτισε τὴν Ῥώμην; ὁ Ῥωμύλος; οὐδαμῶς! ἀλλὰ ὁ Πλούταρχος ἐρεῖ ὑμῖν τὸν “ἀληθῆ” μῦθον 😉

ΛΟΓΟΙ

Plutarch, Mulierum virtutes 1

ΤΡΩΙΑΔΕΣ
τῶν ἀπ᾽ Ἰλίου περὶ τὴν ἅλωσιν ἐκφυγόντων οἱ πλεῖστοι χειμῶνι χρησάμενοι, καὶ δι᾽ ἀπειρίαν τοῦ πλοῦ καὶ ἄγνοιαν τῆς θαλάττης ἀπενεχθέντες εἰς τὴν Ἰταλίαν καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὅρμοις καὶ ναυλόχοις ἀναγκαίοις μόλις ὑποδραμόντες, αὐτοὶ μὲν ἐπλανῶντο περὶ τὴν χώραν φραστήρων δεόμενοι, ταῖς δὲ γυναιξὶν ἐμπίπτει λογισμός, ὡς ἡτισοῦν ἵδρυσις ἐν γῇ πάσης1 πλάνης καὶ ναυτιλίας εὖ τε καὶ καλῶς πράττουσιν ἀνθρώποις ἀμείνων ἐστί, καὶ πατρίδα δεῖ ποιεῖν αὐτούς, ἀπολαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους. ἐκ δὲ τούτου συμφρονήσασαι κατέφλεξαν τὰ πλοῖα, μιᾶς καταρξαμένης ὥς φασι Ῥώμης. πράξασαι δὲ ταῦτα τοῖς ἀνδράσιν ἀπήντων βοηθοῦσι πρὸς τὴν θάλατταν, καὶ φοβούμεναι τὴν ὀργὴν αἱ μὲν ἀνδρῶν αἱ δ᾽ οἰκείων ἀντιλαμβανόμεναι καὶ καταφιλοῦσαι λιπαρῶς, ἐξεπράυναν τῷ τρόπῳ τῆς φιλοφροσύνης. διὸ καὶ γέγονε καὶ παραμένει ταῖς Ῥωμαίων γυναιξὶν ἔτι νῦν ἔθος ἀσπάζεσθαι μετὰ τοῦ καταφιλεῖν τοὺς κατὰ γένος προσήκοντας αὐταῖς.

συνιδόντες γὰρ ὡς ἔοικε τὴν ἀνάγκην οἱ Τρῶες καὶ ἅμα πειρώμενοι τῶν ἐγχωρίων, εὐμενῶς καὶ φιλανθρώπως προσδεχομένων, ἠγάπησαν τὸ πραχθὲν ὑπὸ τῶν γυναικῶν καὶ συγκατῴκησαν αὐτόθι τοῖς Λατίνοις.

The Trojan Women

Most of those that escaped from Troy at the time of its capture had to weather a storm, and, because of their inexperience in navigation and ignorance of the sea, were driven upon the shores of Italy, and, in the neighbourhood of the river Tiber, they barely escaped by running in, under compulsion, where there were anchorages and havens. While the men were wandering about the country, in search of information, it suddenly occurred to the women to reflect that for a happy and successful people any sort of a settled habitation on land is better than all wandering and voyaging, and that the Trojans must create a fatherland, since they were not able to recover that which they had lost. Thereupon, becoming of one mind, they burned the ships, one woman, Roma, taking the lead. Having accomplished this, they went to meet the men who were hurrying to the sea to save the ships, and, fearful of their anger, some embraced their husbands and some their relatives, and kissed them coaxingly, and mollified them by this manner of blandishment. This is the origin of the custom, which still persists among the Roman women, of greeting their kinsfolk with a kiss.

The Trojans, apparently realizing the inevitable necessity, and after having also some experience with the native inhabitants, who received them kindly and humanely, came to be content with what had been done by the women, and took up their abode there with the Latins.

Text & Translation: http://www.perseus.tufts.edu/hopper/text?doc=urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc1:1

Thirteenth Episode: οἱ Ῥωμαῖοι

τί ἐνόμισαν οἱ Ἕλληνες περὶ τῶν Ῥωμαίων; πάμπολλα! ὀλίγα δὲ μόνον ἐρῶ ὑμῖν ἐν τούτῳ τῷ ἀκροάματι.

ΛΟΓΟΙ // TEXTS

1. ἡ ὕβρις τῶν Ῥωμαίων

καθόλου δὲ Ῥωμαῖοι πρὸς πάντα χρώμενοι τῇ βίᾳ καὶ τὸ προτεθὲν οἰόμενοι δεῖν κατ᾽ ἀνάγκην ἐπιτελεῖν καὶ μηδὲν ἀδύνατον εἶναι σφίσι τῶν ἅπαξ δοξάντων, ἐν πολλοῖς μὲν κατορθοῦσι διὰ τὴν τοιαύτην ὁρμήν, ἐν τισὶ δὲ προφανῶς σφάλλονται, καὶ μάλιστ᾽ ἐν τοῖς κατὰ θάλατταν.

But it is a peculiarity of the Roman people as a whole to treat everything as a question of main strength; to consider that they must of course accomplish whatever they have proposed to themselves; and that nothing is impossible that they have once determined upon. The result of such self-confidence is that in many things they do succeed, while in some few they conspicuously fail, and especially at sea.

Polybius 1.37. More here: https://www.perseus.tufts.edu/hopper/text?doc=Plb.+1.37&fromdoc=Perseus%3Atext%3A1999.01.0234

2. ὠμοί εἰσιν οἱ Ῥωμαῖοι

Note: In the podcast I say that this scene comes from the siege of Carthage, but it is actually the siege of “New Carthage” in Spain.

ὁ δὲ Πόπλιος […] τοὺς μὲν πλείστους ἐφῆκε κατὰ τὸ παρ᾽ αὐτοῖς ἔθος ἐπὶ τοὺς ἐν τῇ πόλει, παραγγείλας κτείνειν τὸν παρατυχόντα καὶ μηδενὸς φείδεσθαι, μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα. ποιεῖν δέ μοι δοκοῦσι τοῦτο καταπλήξεως χάριν: [5] διὸ καὶ πολλάκις ἰδεῖν ἔστιν ἐν ταῖς τῶν Ῥωμαίων καταλήψεσι τῶν πόλεων οὐ μόνον τοὺς ἀνθρώπους πεφονευμένους, ἀλλὰ καὶ τοὺς κύνας δεδιχοτομημένους καὶ τῶν ἄλλων ζῴων μέλη παρακεκομμένα. [6] τότε δὲ καὶ τελέως πολὺ τὸ τοιοῦτον ἦν διὰ τὸ πλῆθος τῶν κατειλημμένων.

When Scipio thought that a sufficient number of troops had entered the town, he gave leave to the larger number of them to attack those in it, according to the Roman custom, with directions to kill everything they met, and to spare nothing; and not to begin looting until they got the order to do so. The object of this is, I suppose, to strike terror. Accordingly, one may often see in towns captured by the Romans, not only human beings who have been put to the sword, but even dogs cloven down the middle, and the limbs of other animals hewn off. On this occasion the amount of such slaughter was exceedingly great, because of the numbers included in the city.

Polybius 10.15. More here: https://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0234%3Abook%3D10%3Achapter%3D15

3. ἡ Ῥωμαϊκὴ γλῶττα

Ῥωμαῖοι δὲ φωνὴν μὲν οὔτ’ ἄκρως βάρβαρον οὔτ’ ἀπηρτισμένως Ἑλλάδα φθέγγονται, μικτὴν δέ τινα ἐξ ἀμφοῖν, ἧς ἐστιν ἡ πλείων Αἰολίς.

The Romans speak a language which is neither completely barbarian nor fully Greek, but some mixture of both, for the largest part Aeolic.

Dionysius of Halicarnassus, Roman Antiquities I. 90. Text: http://remacle.org/bloodwolf/historiens/denys/livreI-5grec.htm

Twelth Episode: οἱ Γερμανοί

Γερμανὴ οὖσα ἐθαύμασα τί εὑρίσκομεν περὶ τῶν παλαιῶν Γερμανῶν ἐν τοῖς Ἑλληνικοῖς συγγραφεῦσι· ἀκούσατε οὖν καὶ μάθετε!

ΛΟΓΟΙ

α’ Ἀριστοτέλης περὶ τοῦ Ῥήνου καὶ τοῦ Ἴστρου ποταμοῦ·
θέρους μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ κρύους ἐν πεδίου σχήματι καθιππεύονται.

β’ Ἀθηναῖος·
ἄριστον προσφέρονται κρέα ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον

γ’ Σωρανός
Μετὰ δὲ τὴν ὀμφαλοτομίαν οἱ πολλοὶ τῶν βαρβάρων,ὡς οἱ Γερμανοὶ καὶ Σκύθαι, τινὲς δὲ καὶ τῶν Ἑλλήνων εἰς ψυχρὸν ὕδωρ καθιᾶσι τὸ βρέφος στερεοποιήσεως χάριν καὶ <τοῦ> τὸ μὴ φέρον τὴν ψύξιν, ἀλλὰ πελιούμενον ἢ σπώμενον ὡς οὐκ ἄξιον ἐκτροφῆς ὂν ἀπολέσθαι.

δ’ Δίων ὁ Κάσσιος·
εἶχόν τινα οἱ Ῥωμαῖοι αὐτῆς [τῆς Γερμανίας],οὐκ ἀθρόα ἀλλ’ ὥς που καὶ ἔτυχε χειρωθέντα, […]
καὶ στρατιῶταί τε αὐτῶν ἐκεῖ ἐχείμαζον καὶ πόλεις συνῳκίζοντο, ἔς τε τὸν κόσμον σφῶν οἱ βάρβαροι μετερρυθμίζοντο
καὶ ἀγορὰς ἐνόμιζον συνόδους τε εἰρηνικὰς ἐποιοῦντο. […]
ἐπεὶ δ’ ὁ Οὐᾶρος ὁ Κυιντίλιος τήν τε ἡγεμονίαν τῆς Γερμανίας λαβὼν […] ὡς καὶ δουλεύουσί σφισιν ἐπέταττε
καὶ χρήματα ὡς καὶ παρ’ ὑπηκόων ἐσέπρασσεν, οὐκ ἠνέσχοντο […]

[οἱ Γερμανοὶ] ἐκυκλοῦντο ῥᾷον καὶ κατεφόνευον, ὥστε καὶ τὸν Οὐᾶρον καὶ τοὺς ἄλλους τοὺς λογιμωτάτους, φοβηθέντας μὴ ἤτοι ζωγρηθῶσιν ἢ καὶ πρὸς τῶν ἐχθίστων ἀποθάνωσι (καὶ γὰρ τετρωμένοι ἦσαν), ἔργον δεινὸν μὲν ἀναγκαῖον δὲ τολμῆσαι·
αὐτοὶ γὰρ ἑαυτοὺς ἀπέκτειναν. ὡς δὲ τοῦτο διηγγέλθη, οὐδὲ τῶν ἄλλων οὐδεὶς ἔτι, εἰ καὶ ἔρρωτό τις, ἠμύνατο, ἀλλ’ οἱ μὲν τὸν ἄρχοντά σφων ἐμιμήσαντο, οἱ δὲ καὶ τὰ ὅπλα παρέντες ἐπέτρεπόν σφας τῷ βουλομένῳ φονεύειν· φυγεῖν γὰρ οὐδ’ εἰ τὰ μάλιστά τις ἤθελεν ἐδύνατο.

Eleventh Episode: αἱ Ἀμαζόνες

αἱ Ἀμαζόνες γυναῖκες ἦσαν ἀνδρεῖαι αἳ οὐδεμίαν χρείαν εἶχον τῶν ἀνδρῶν. εἰ δὲ ὄντως ὑπῆρχον, σκεψόμεθα ἐν τούτῳ τῷ ἀκούσματι.

ΛΟΓΟΙ

α’ Ἀπολλόδωρος
ἔνατον ἆθλον Ἡρακλεῖ ἐπέταξε ζωστῆρα κομίζειν τὸν Ἱππολύτης. αὕτη δὲ ἐβασίλευεν Ἀμαζόνων, αἳ κατῴκουν περὶ τὸν Θερμώδοντα ποταμόν, ἔθνος μέγα τὰ κατὰ πόλεμον· ἤσκουν γὰρ ἀνδρίαν, καὶ εἴ ποτε μιγεῖσαι γεννήσειαν, τὰ θήλεα ἔτρεφον, καὶ τοὺς μὲν δεξιοὺς μαστοὺς ἐξέθλιβον, ἵνα μὴ κωλύωνται ἀκοντίζειν, τοὺς δὲ ἀριστεροὺς εἴων, ἵνα τρέφοιεν. εἶχε δὲ Ἱππολύτη τὸν Ἄρεος ζωστῆρα, σύμβολον τοῦ πρωτεύειν ἁπασῶν. ἐπὶ τοῦτον τὸν ζωστῆρα Ἡρακλῆς ἐπέμπετο, λαβεῖν αὐτὸν ἐπιθυμούσης τῆς Εὐρυσθέως θυγατρὸς Ἀδμήτης.

β’ Ἀπολλόδωρος
συστρατευσάμενος δὲ ἐπὶ Ἀμαζόνας Ἡρακλεῖ ἥρπασεν Ἀντιόπην, ὡς δέ τινες Μελανίππην, Σιμωνίδης δὲ Ἱππολύτην. διὸ ἐστράτευσαν ἐπ’ Ἀθήνας Ἀμαζόνες. καὶ στρατευσαμένας αὐτὰς περὶ τὸν Ἄρειον πάγον Θησεὺς μετὰ Ἀθηναίων ἐνίκησεν.

γ’ Ἀρριανός
μὴ γενέσθαι μὲν γὰρ παντελῶς τὸ γένος τούτων τῶν γυναικῶν οὐ πιστὸν δοκεῖ ἔμοιγε, πρὸς τοσούτων καὶ τοιούτων ὑμνηθέν. ὡς Ἡρακλέα τε ἐπ’ αὐτὰς λόγος κατέχει ὅτι ἐστάλη καὶ ζωστῆρά τινα Ἱππολύτης τῆς βασιλίσσης αὐτῶν ὅτι ἐς τὴν Ἑλλάδα ἐκόμισε, καὶ οἱ ξὺν Θησεῖ Ἀθηναῖοι ὅτι ἐπιούσας τὰς γυναῖκας ταύτας τὴν Εὐρώπην πρῶτοι μάχῃ νικήσαντες ἀνέστειλαν· καὶ γέγραπται ἡ Ἀθηναίων καὶ Ἀμαζόνων μάχη πρὸς Μίκωνος οὐ μεῖον ἤπερ ἡ Ἀθηναίων καὶ Περσῶν.

δ’ Παλαίφατος
[Περὶ Ἀμαζόνων.]
[Ἀμαζόνες] οὐ γυναῖκες ἦσαν αἱ στρατεύσασαι, ἀλλ’ ἄνδρες βάρβαροι, ἐφόρουν δὲ χιτῶνας ποδήρεις ὥσπερ αἱ Θρᾷσσαι καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, τοὺς δὲ πώγωνας ἐξυρῶντο ὡς καὶ νῦν οἱ † πατηριᾶται παραξίθοοι, καὶ διὰ τοῦτο ἐκαλοῦντο πρὸς τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος μάχεσθαι ἀγαθοὶ ἦσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι, οὐδὲ γὰρ νῦν οὐδαμοῦ.

Tenth Episode: οἱ Σῆρες

Image Credit: Chen Xiaoping

ἆρτι μὲν ἦν ἐν τοῖς Σηρσὶ διδάσκουσα τὴν Ἑλληνικήν· ὅθεν δ’ ἐθαύμασα τί οἱ παλαιοὶ Ἕλληνες ᾔδεισαν περὶ τῶν Σηρῶν τε καὶ τῆς χώρας αὐτῶν. ἐρῶ οὖν ὑμῖν ἃ ηὕρηκα ἐν τούτῳ τῷ ἀκούσματι.

Texts:

1) Πτολεμαῖος·
ὑπέρκειται τῶν Σινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις, καὶ τὰ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ, λίμνας ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις.

2) Καισάριος·
Σῆρες οἱ τὸ ἄκρον τῆς χέρσου οἰκοῦντες νόμον ἔχουσιν τὸ πατρῷον ἔθος μὴ ἑταιρίζεσθαι μηδὲ συλᾶν, μὴ μοιχᾶσθαι, μὴ ξοάνοις προσκυνεῖν ἢ ποτνιεῖσθαι δαίμοσιν, μηδ’ὅλως ἐν αὐτοῖς ὑπάρχειν εἴδωλον ἢ ἑταίραν ἢ μοιχάδα, οὐ συλώτην, οὐ φονέα, οὐ λωποδύτην.

3) Στράβων·
Ἀρίστη δ’ ὁμολογεῖται πᾶσα ἡ τοῦ Ὑπάνιος πέραν· οὐκ ἀκριβοῦνται δέ, ἀλλὰ διὰ τὴν ἄγνοιαν καὶ τὸν ἐκτοπισμὸν λέγεται πάντ’ ἐπὶ τὸ μεῖζον ἢ τὸ τερατωδέστερον […]. τοὺς Σῆρας μακροβίους φασὶ πέρα καὶ διακοσίων ἐτῶν παρατείνοντας.

4) Παυσανίας·
οἱ μίτοι δέ, ἀφ’ ὧν τὰς ἐσθῆτας ποιοῦσιν οἱ Σῆρες, ἀπὸ οὐδενὸς φλοιοῦ, τρόπον δὲ ἕτερον γίνονται τοιόνδε. ἔστιν ἐν τῇ γῇ ζωύφιόν σφισιν, ὃν σῆρα καλοῦσιν Ἕλληνες, ὑπὸ δὲ αὐτῶν Σηρῶν ἄλλο πού τι καὶ οὐ σὴρ ὀνομάζεται·μέγεθος μέν ἐστιν αὐτοῦ διπλάσιον ἢ κανθάρων ὁ μέγιστος, τὰ δὲ ἄλλα εἴκασται τοῖς ἀράχναις, οἳ ὑπὸ τοῖς δένδρεσιν ὑφαίνουσι, καὶ δὴ καὶ πόδας ἀριθμὸν ὀκτὼ κατὰ ταὐτὰ ἔχει τοῖς ἀράχναις.
ταῦτα τὰ ζῷα τρέφουσιν οἱ Σῆρες οἴκους κατασκευασάμενοι χειμῶνός τε καὶ θέρους ὥρᾳ ἐπιτηδείους· τὸ δὲ ἔργον τῶν ζῴων κλῶσμα εὑρίσκεται λεπτὸν τοῖς ποσὶν αὐτῶν περιειλιγμένον.
τρέφουσι δὲ αὐτὰ ἐπὶ μὲν τέσσαρα ἔτη παρέχοντες τροφήν σφισιν ἔλυμον, πέμπτῳ δὲ—οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι—κάλαμον διδόασιν ἐσθίειν χλωρόν· ἡ δέ ἐστιν ἡδίστη τροφὴ πασῶν τῷ ζῴῳ, καὶ ἐμφορηθὲν τοῦ καλάμου ῥήγνυταί τε ὑπὸ πλησμονῆς καὶ ἀποθανόντος οὕτω τὸ πολὺ τῆς ἁρπεδόνης εὑρίσκουσιν ἔνδον.

5) Ἡρωδιανός·
Ῥωμαϊκὴν δὲ ἢ Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων εἰργάσθαι, πράγματος εὐτελοῦς· τοῖς δὲ Σηρῶν ὑφάσμασι μόνοις ἠρέσκετο.
ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν ῾Ρωμαίων στολὴν μέλλοντά [τε] ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ π αντάπασι βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς ἰδόντας, ἀήθεις τε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα καλλωπίσματα οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν. ὃ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, […]
βουλόμενος ἐν ἔθει γενέσθαι τῆς τοῦ σχήματος ὄψεως τήν τε σύγκλητον καὶ τὸν δῆμον ῾Ρωμαίων, [….] εἰκόνα μεγίστην γράψας παντὸς ἑαυτοῦ, οἷος προϊών τε καὶ ἱερουργῶν ἐφαίνετο, […] πέμψας τε ἐς τὴν ῾Ρώμην, ἐκέλευσεν ἐν τῷ μεσαιτάτῳ τῆς συγκλήτου τόπῳ ὑψηλοτάτῳ τε τὴν εἰκόνα ἀνατεθῆναι […] ὡς δὲ ἐς τὴν Ρώμην ἀφίκετο τῷ προειρημένῳ σχήματι͵ οὐδὲν παράδοξον εἶδον οἱ Ρωμαῖοι͵ τῇ γραφῇ ἐνειθισμένοι.

6) Ἀμφιλόχιος·
Ἐνδύσασθε μὴ τὰ Σηρῶν ὑφάσματα, ἀλλὰ τὸ ἄφθαρτον τῆς σωφροσύνης ἱμάτιον!

Ninth Episode: οἱ μετὰ Ἀλέξανδρον ποιηταί

διαλέγομαι τῷ Ἰωσὴφ περὶ τῶν μετὰ Ἀλέξανδρον ποιητῶν, οἷον· Καλλιμάχου, Κλεάνθους, Θεοκρίτου, Ἀσκληπιάδου.

Texts:

Καλλιμάχου Αἴτια (23-28)

“μέμνεό μοι, φίλ᾽] ἀοιδέ, τὸ μὲν θύος ὅττι πάχιστον
            θρέψαι, τὴ]ν Μοῦσαν δ᾽ ὠγαθὲ λεπταλέην·
πρὸς δέ σε] καὶ τόδ᾽ ἄνωγα, τὰ μὴ πατέουσιν ἅμαξαι
            τὰ στείβε]ιν, ἑτέρων δ᾽ ἴχνια μὴ καθ᾽ ὁμά
δίφρον ἐλ]ᾶν μηδ᾽ οἷμον ἀνὰ πλατὺν, ἀλλὰ κελεύθους
            ἀτρίπτο]υς, εἰ καὶ στεινοτέρην ἐλάσεις.”

Κλεάνθους εἰς Δία (1-3)

Κύδιστ’ ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεί,
Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ καὶ πᾶσι θέμις θνητοῖσι προσαυδᾶν.
ἀμφήκη πυρόεντα ἀειζώοντα κεραυνόν·
ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀρχικέραυνε,

Θεοκρίτου Κύκλωψ (19-21)

     ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ’ ἀποβάλλῃ,
λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς;

(30-32)

γινώσκω, χαρίεσσα κόρα, τίνος οὕνεκα φεύγεις·
οὕνεκά μοι λασία μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ
ἐξ ὠτὸς τέταται ποτὶ θώτερον ὦς μία μακρά


Ἀσκληπιάδου πρῶτον ἐπίγραμμα

ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις
         ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·
ἥδιον δ᾽ ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας
         χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ᾽ ἀμφοτέρων.

Eighth Episode: οἱ γυμνοσοφισταί

σοφοὶ ὑπάρχουσιν οὐ μόνον ἐν τῇ Ἑλλάδι ἀλλὰ καὶ έν ἄλλαις χώραις· τήμερον οὖν ἀναγνώσομαι ὑμῖν περὶ τῶν τῆς Ἰνδικῆς φιλοσόφων οἳ ἦσαν οὐ μόνον σοφοὶ ἀλλὰ καὶ γυμνοί· βαβαί!

Text:

Palladius, De gentibus Indiae et Bragmanibus

Η ΤΩΝ ΒΡΑΓΜΑΝΩΝ ΠΟΛΙΤΕΙΑ

ἔλεγεν οὖν οὗτος ὅτι οἱ Βραγμᾶνες ἔθνος ἐστὶν οὐ προαιρέσει ἀποτασσόμενον ὡς οἱ μοναχοί, ἀλλ’ ἔλαχον τὸν κλῆρον τοῦτον ἄνωθεν καὶ ἐκ θεοῦ κριμάτων, τὴν τοῦ ποταμοῦ παροικίαν, φυσικῶς ἐν γυμνότητι διαζῶντες. παρ’ οἷς οὐδὲν τετράποδον ὑπάρχει, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, […]. ἔχουσι δὲ ἀέρα λιγυρόν τε καὶ εὔκρατον καὶ πάνυ κάλλιστον. σεβόμενοι τὸν θεὸν […] εὔχονται ἀδιαλείπτως. […] ἐσθίουσι δὲ τὰ παρατυγχάνοντα ἀκρόδρυα καὶ λαχάνων τὰ ἄγρια, ὅσα ἡ γῆ ἐκφύει αὐτομάτως, καὶ ὕδωρ πίνουσι, νομάδες ὄντες ἐν ὕλαις ἐπὶ φύλλοις ἀναπαυόμενοι […]

καὶ οἱ μὲν ἄνδρες εἰς τὸ μέρος τοῦ Ὠκεανοῦ ἐκεῖθεν τοῦ ποταμοῦ τοῦ Γάγγου παροικοῦσιν· […] αἱ δὲ γυναῖκες αὐτῶν εἰσιν ἐντεῦθεν τοῦ Γάγγου ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. περαιοῦνται δὲ οἱ ἄνδρες πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί· […] καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν. […] αὕτη τῶν Βραγμάνων ἐστὶν ἡ πολιτεία.

ΑΛΕΞΑΝΔΡΟΣ ΚΑΙ ΔΑΝΔΑΜΙΣ

πορεύεται οὖν σὺν πεντεκαίδεκα φίλοις εἰς τὴν ὕλην τοῦ Δανδάμεως καὶ ἐγγὺς γενόμενος αὐτοῦ κατέβη ἐκ τοῦ ἵππου καὶ ἀπέθετο τὸ διάδημα καὶ πᾶσαν τὴν περὶ αὐτὸν ἀλαζονείαν. καὶ εἰσελθὼν μόνος εἰς τὴν ὕλην, ἔνθα ὁ Δάνδαμις, ἠσπάσατο αὐτὸν καὶ εἶπε·

“χαίροις, Δάνδαμις, διδάσκαλε Βραγμάνων καὶ πρύτανι σοφίας· πάρειμι πρός σε ἀκούσας σου τὸ ὄνομα, ἐπεὶ μὴ σὺ παρεγένου πρὸς ἡμᾶς”.

ὁ δὲ Δάνδαμις εἶπεν· “χαίροις καὶ αὐτός, δι’ ὃν πολλαὶ πόλεις ταράσσονται καὶ ἔθνη ἀκαταστατεῖ”.

   ὁ δὲ Ἀλέξανδρος καθεσθεὶς παρὰ τοῖς ποσὶν αὐτοῦ ἐκείνην τὴν ὥραν εἶδεν καθαρὰν τὴν γῆν ἀπὸ αἱμάτων·

καὶ ὁ Δάνδαμις· “τί πρὸς ἡμᾶς, Ἀλέξανδρε, πάρει; τί θέλεις βαστάσαι ἐκ τῆς ἡμετέρας ἐρημίας; ὃ ζητεῖς ἡμεῖς οὐκ ἔχομεν, ὧν ἡμεῖς κεκτήμεθα αὐτὸς οὐ χρῄζεις. ἡμεῖς θεὸν τιμῶμεν, ἀνθρώπους  φιλοῦμεν, χρυσοῦ ἀμελοῦμεν καὶ θανάτου καταφρονοῦμεν, ἡδονῶν οὐ φροντίζομεν. ὑμεῖς δὲ θάνατον φοβεῖσθε, χρυσὸν φιλεῖτε, ἡδονῶν ὀρέγεσθε, ἀνθρώπους μισεῖτε, θεοῦ καταφρονεῖτε”.

ὁ δὲ Ἀλέξανδρος πρὸς αὐτόν· “ἐγὼ σοφόν τι ἥκω μαθεῖν παρὰ σοῦ· φασὶ γάρ σε θεῷ προσομιλεῖν· […]”.

[Δάνδαμις·] “τί μία ψυχὴ γενόμενος τοσαῦτα ἔθνη καταλῦσαι θέλεις; τί σὺ ἀφρόνως εὐφραινόμενος πολλῶν κακῶν τὴν οἰκουμένην ἐμπιπλᾷς; τί τὰς ἀλλοτρίας συμφορὰς ὡς ἑαυτοῦ κέρδη ὁρᾷς; τί κατὰ δακρυόντων σὺ γελᾷς; μνήσθητι τοῦ ἐπ’ ἐρημίαις ἐμοῦ τοῦ γυμνοῦ καὶ πενιχροῦ, καὶ σεαυτὸν κέρδησον καὶ τοὺς πολέμους καταλύσας τὴν τῆς προνοίας φίλην ἄσπασαι εἰρήνην καὶ μὴ ζήτει ἐν κακοῖς ἀνδρείαν ἔχειν, ἀλλὰ μεθ’ ἡμῶν ἀμέριμνον βίον διάγειν. […]”

καὶ σφόδρα καταπλαγεὶς ἐπὶ τοῖς παραδόξοις λόγοις τοῦ ∆ανδάμεως ἀπεκρίνατο λέγων Ἀλέξανδρος·

“Ἀληθινὲ διδάσκαλε Βραγμάνων, ∆άνδαμι, […] οἶδα, ὅτι ἀληθῶς λέγεις τὰ πάντα· ἐγέννησε γάρ σε ὁ θεὸς καὶ αὐτὸς κατέπεμψέ σε ἐν τόποις τούτοις, ἐν οἷς ἔξεστί σοι εὐδαιμονεῖν ἀτάραχον ὄντα […] πολλῆς ἡσυχίας ἀπολαύοντα. ἐγὼ δὲ τί ποιήσω ὁ ἀδιαλείπτοις φόβοις συνοικῶν καὶ συν εχέσι καταντλούμενος ταραχαῖς; πολλοὺς ἔχων τοὺς τηροῦντάς με φοβοῦμαι τούτους τῶν πολεμίων μᾶλλον· χείρονες οἱ φίλοι τῶν ὑπεναντίων, […]ἡμέρας μὲν ταράσσων ἔθνη, ἐπιστάσης δὲ νυκτὸς ἐκταρασσόμενος ὑπὸ τῶν λογισμῶν μου, μή τίς μοι ἐπιστὰς ξίφει με χειρώσηται. οἴμοι. […]

οὐκ ἔξεστι δέ μοι μᾶλλον, εἰ καὶ ἠδυνάμην, ἀπὸ τούτων δραπετεῦσαι ταῦτα λαχόντι τῇ ψήφῳ. τί οὖν ἀπολογήσομαι τῷ θεῷ, ὃς γενομένῳ τοῦτον ἐπένευσε τὸν κλῆρον;

σὺ δέ, ὦ πρέσβυτα, […] δέξαι μου τὰ δῶρα, ἃ ἐνήνοχά σοι, καὶ μή με ἀτιμάσῃς· ἐγὼ γὰρ εὐεργετοῦμαι σοφίαν τιμῶν”.

καὶ ταῦτα εἰπὼν ὁ Ἀλέξανδρος πρὸς τὸν ∆άνδαμιν κατέ νευσε τοῖς οἰκέταις αὐτοῦ. οἱ δὲ προσέφερον αὐτῷ χρυσὸν καὶ ἄργυρον ἐπίσημον καὶ ἐσθῆτα παντοίαν {πολυτελῆ καὶ πρόβατα} καὶ ἄρτους καὶ ἔλαιον.

ὁ δὲ ∆άνδαμις ἰδὼν ἐγέλασε καὶ εἶπε τῷ Ἀλεξάνδρῳ·

“πεῖσον δὴ τὰ ὄρνεα τὰ περὶ τὴν ὕλην κελαδοῦντα λαβεῖν χρυσὸν καὶ ἄργυρον καὶ ἄμεινον ἠχῆσαι· εἰ οὖν ταῦτα οὐ δύνῃ πεῖσαι, οὐδὲ ἐμὲ πείσειας χείρω αὐτῶν γενέσθαι· ὃ γὰρ μήτε ἐσθίων μήτε πίνων οὐ λαμβάνω {οὐδὲ τηρῶ} ἀνωφελές τι κτῆμα, οὐδὲ τηρῶ ἐπιβλαβὲς ψυχῆς χρῆμα οὐδὲ ἐλεύθερον ἐμὸν βίον ἀπὸ πάσης μερίμνης νῦν δεσμεύσω οὐδὲ μάτην ἐμὴν καθαρὰν διάνοιαν θολώσω· μὴ γένοιτο. […] ἵνα δέ σε μὴ ἀτιμάσω τιμῶντα σοφίαν, δέχομαι τὸ ἔλαιον.”

καὶ ταῦτα εἰπὼν ὁ Δάνδαμις {ἔλαβε τὸ ἔλαιον} καὶ ἀναστὰς τὴν ὕλην περιῆλθεν καὶ συναγαγὼν ξύλα ἐποίησε σωρὸν καὶ ἀνάψας πυρὰν εἶπε· “Βραχμὰν πάντα ἔχει καὶ τρέφεται προνοίᾳ”. καὶ ἱκανῶς ἀνάψας τὸ πῦρ ἐπέχεεν, ἕως πᾶν ἐδαπάνησε τὸ ἔλαιον, καὶ ἦρεν ὕμνον τῷ θεῷ […].

ὁ δὲ Ἀλέξανδρος ἀκούσας ταῦτα πάντα καὶ ἰδὼν θαυμάσας σφόδρα […] ἀπῆλθεν ἀποφέρων πάντα, ὅσα ἐνηνόχει δῶρα πλὴν τοῦ ἐλαίου, οὗ ἀνήλωσε τὸ πῦρ.

Seventh Episode: ὁ τοῦ μάγου μαθητής (feat. Diana Pont Puig)

ἡ Ἀρτεμισία καὶ ἡ Ἰέννι ἀναγνώσονται μυθίδιόν τι ἐκ τοῦ Φιλοψευδοῦς τοῦ Λουκιανοῦ.

Texts (slightly shortened):

Suda:

Λουκιανός, Σαμοσατεύς, ὁ ἐπικληθεὶς βλάσφημος ἢ δύσφημος ὅτι ἐν τοῖς διαλόγοις αὐτοῦ γελοῖα εἶναι καὶ τὰ περὶ τῶν θείων εἰρημένα παρατίθεται. γέγονε δὲ ἐπὶ τοῦ Καίσαρος Τραιανοῦ καὶ ἐπέκεινα. ἦν δὲ οὗτος τοπρὶν δικηγόρος ἐν Ἀντιοχείᾳ τῆς Συρίας, δυσπραγήσας δ’ ἐν τούτῳ ἐπὶ τὸ λογογραφεῖν ἐτράπη καὶ γέγραπται αὐτῷ ἄπειρα. τελευτῆσαι δὲ αὐτὸν λόγος ὑπὸ κυνῶν, ἐπεὶ κατὰ τῆς ἀληθείας ἐλύττησεν· καὶ αὐτὸν βλασφημεῖ τὸν Χριστὸν ὁ παμμίαρος. διὸ καὶ τῆς λύττης ποινὰς ἀρκούσας ἐν τῷ παρόντι δέδωκεν, ἐν δὲ τῷ μέλλοντι κληρονόμος τοῦ αἰωνίου πυρὸς μετὰ τοῦ Σατανᾶ γενήσεται.

Photius:

Ἀνεγνώσθη Λουκιανοῦ καὶ νεκρικοὶ καὶ ἑταιρικοὶ διάλογοι διάφοροι, καὶ ἕτεροι διαφόρων ὑποθέσεων λόγοι, ἐν οἷς σχεδὸν ἅπασι τὰ τῶν Ἑλλήνων κωμῳδεῖ, τήν τε τῆς θεοπλαστίας αὐτῶν πλάνην καὶ μωρίαν καὶ τὴν εἰς ἀσέλγειαν ἄσχετον ὁρμὴν καὶ ἀκρασίαν, καὶ τῶν ποιητῶν αὐτῶν τὰς τερατώδεις δόξας καὶ ἀναπλάσεις, καὶ τὸν ἐντεῦθεν πλάνον τῆς πολιτείας, καὶ τῶν φιλοσόφων αὐτῶν τὸ φιλόκομπον ἦθος. ἁπλῶς κωμῳδία τῶν Ἑλλήνων ἐστὶν αὐτῷ ἡ σπουδὴ ἐν λόγῳ πεζῷ.

Lucian, True Stories

Ὥσπερ τοῖς ἀθλητικοῖς καὶ περὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν ἀσχολουμένοις οὐ τῆς εὐεξίας μόνον οὐδὲ τῶν γυμνασίων φροντίς ἐστιν, ἀλλὰ καὶ τῆς κατὰ καιρὸν γινομένης ἀνέσεως ‑ μέρος γοῦν τῆς ἀσκήσεως τὸ μέγιστον αὐτὴν ὑπολαμβάνουσιν ‑ οὕτω δὴ καὶ τοῖς περὶ τοὺς λόγους ἐσπουδακόσιν ἡγοῦμαι προσήκειν μετὰ τὴν πολλὴν τῶν σπουδαιοτέρων ἀνάγνωσιν ἀνιέναι τε τὴν διάνοιαν

Lucian, Philopseudes:

ἐπειδὴ δὲ ἔλθοιμεν εἴς τι καταγώγιον, λαβὼν ἂν ὁ ἀνὴρ ἢ τὸν μοχλὸν τῆς θύρας ἢ τὸ κόρηθρον ἢ καὶ τὸ ὕπερον περιβαλὼν ἱματίοις ἐπειπών τινα ἐπῳδὴν ἐποίει βαδίζειν, τοῖς ἄλλοις ἅπασιν ἄνθρωπον εἶναι δοκοῦντα. τὸ δὲ ἀπιὸν ὕδωρ τε ἐμπίπλη καὶ ὠψώνει καὶ ἐσκεύαζεν καὶ πάντα δεξιῶς ὑπηρέτει καὶ διηκονεῖτο ἡμῖν· εἶτα ἐπειδὴ ἅλις ἔχοι τῆς διακονίας, αὖθις κόρηθρον τὸ κόρηθρον ἢ ὕπερον τὸ ὕπερον ἄλλην ἐπῳδὴνἐπειπὼν ἐποίει ἄν. “Τοῦτο ἐγὼ πάνυ ἐσπουδακὼς οὐκ εἶχον ὅπως ἐκμάθοιμι παρ’ αὐτοῦ· ἐβάσκαινε γάρ, καίτοι πρὸς τὰ ἄλλα προχειρότατος ὤν. μιᾷ δέ ποτε ἡμέρᾳ λαθὼν ἐπήκουσα τῆς ἐπῳδῆς, ἦν δὲ τρισύλλαβος σχεδόν, ἐν σκοτεινῷ ὑποστάς. καὶ ὁ μὲν ᾤχετο εἰς τὴν ἀγορὰν ἐντειλάμενος τῷ ὑπέρῳ ἃ ἔδει ποιεῖν. ἐγὼ δὲ εἰς τὴν ὑστεραίαν ἐκείνου τι κατὰ τὴν ἀγορὰν πραγματευομένου λαβὼν τὸ ὕπερον σχηματίσας ὁμοίως, ἐπειπὼν τὰς συλλαβάς, ἐκέλευσα ὑδροφορεῖν. ἐπεὶ δὲ ἐμπλησάμενον τὸν ἀμφορέα ἐκόμισε, ‘Πέπαυσο,’ ἔφην, ‘καὶ μηκέτι ὑδροφόρει, ἀλλ’ ἴσθι αὖθις ὕπερον·’ τὸ δὲ οὐκέτι μοι πείθεσθαι ἤθελεν, ἀλλ’ ὑδροφόρει ἀεί, ἄχρι δὴ ἐνέπλησεν ἡμῖν ὕδατος τὴν οἰκίαν ἐπαντλοῦν. ἐγὼ δὲ ἀμηχανῶν τῷ πράγματι—ἐδεδίειν γὰρ μὴ ὁ Παγκράτης ἐπανελθὼν ἀγανακτήσῃ, ὅπερ καὶ ἐγένετο—ἀξίνην λαβὼν διακόπτω τὸ ὕπερον εἰς δύο μέρη· τὰ δέ, ἑκάτερον τὸ μέρος, ἀμφορέας λαβόντα ὑδροφόρει καὶ ἀνθ’ ἑνὸς δύο μοι ἐγεγένηντο οἱ διάκονοι. ἐν τούτῳ καὶ ὁ Παγκράτης ἐφίσταται καὶ συνεὶς τὸ γενόμενον ἐκεῖνα μὲν αὖθις ἐποίησε ξύλα, ὥσπερ ἦν πρὸ τῆς ἐπῳδῆς, αὐτὸς δὲ ἀπολιπών με λαθὼν οὐκ οἶδ’ ὅποι ἀφανὴς ᾤχετο ἀπιών.”

“Νῦν οὖν,” ἔφη ὁ Δεινόμαχος, “οἶσθα κἂν ἐκεῖνο, ἄνθρωπον ποιεῖν ἐκ τοῦ ὑπέρου;”

“Νὴ Δί’,” ἦ δ’ ὅς, “ἐξ ἡμισείας γε· οὐκέτι γὰρ εἰς τὸ ἀρχαῖον οἷόν τέ μοι ἀπάγειν αὐτό, ἢν ἅπαξ γένηται ὑδροφόρος, ἀλλὰ δεήσει ἡμῖν ἐπικλυσθῆναι τὴν οἰκίαν ἐπαντλουμένην.”

“Οὐ παύσεσθε,” ἦν δ’ ἐγώ, “τὰ τοιαῦτα τερατολογοῦντες γέροντες ἄνδρες; εἰ δὲ μή, ἀλλὰ κἂν τούτων γε τῶν μειρακίων ἕνεκα εἰς ἄλλον τινὰ καιρὸν ὑπερβάλλεσθε τὰς παραδόξους ταύτας καὶ φοβερὰς διηγήσεις, μή πως λάθωσιν ἡμῖν ἐμπλησθέντες δειμάτων καὶ ἀλλοκότων μυθολογημάτων. φείδεσθαι οὖν χρὴ αὐτῶν μηδὲ τοιαῦτα ἐθίζειν ἀκούειν, ἃ διὰ παντὸς τοῦ βίου συνόντα ἐνοχλήσει καὶ ψοφοδεεῖς ποιήσει ποικίλης τῆς δεισιδαιμονίας ἐμπιπλάντα.”

Sixth Episode: ἡ μάχη τῶν γεράνων

οἱ γέρανοι δοκοῦσιν εἶναι ὄρνιθες πρᾶοι· ἀλλὰ φυλάττεσθε! μάχιμοι γάρ εἰσιν, ὡς μαθήσεσθε ἐν τούτῳ τῷ ἀκoύσματι.

Texts:

Homer, Ilias 3.2-7:

Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων    
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.

Scholia in Homeri Iliadem:

[Πυγμαῖοι] Ἔστι δὲ ἔθνος γεωργικὸν, ἀνθρώπων μικρῶν, κατοικούντων εἰς τὰ ἀνωτάτω μέρη τῆς Αἰγυπτιακῆς γῆς, πλησίον τοῦ Ὠκεανοῦ, ὅπερ πολεμεῖ ταῖς γεράνοις, φασὶ, βλαπτούσαις αὐτῶν τὰ σπέρματα, καὶ λιμὸν ποιούσαις τῇ χώρᾳ. 

Fifth Episode: τίς ἦν ὁ Πήγασος;

διαλεξόμεθα περὶ τοῦ Πεγάσου ὃν πολλοὶ νομίζουσιν εἶναι ἵππον ὑπόπτερον· τί δὲ ἦν ἀληθῶς; σκεψώμεθα!

In this episode we will read the following text:

Παλαιφάτου Περι ἀπίστων (Palaephatus, De incredibilibus)

  1. [Περὶ Βελλεροφόντου.]

Φασὶν ὅτι Βελλεροφόντην ὑπόπτερος ἵππος Πήγασος ἔφερεν. ἐμοὶ δὲ τοῦτο ἵππος οὐδέποτε δοκεῖ δύνασθαι, οὐδ᾽ εἰ πάντα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ ἦν ποτε τοιοῦτον ζῷον, καὶ νῦν ἂν ἦν. τοῦτον δέ φασι καὶ τὴν Ἀμισωδάρου Χίμαιραν | ἀνελεῖν· ἦν δὲ ἡ Χίμαιρα

    πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα.

ἔνιοι δὲ δοκοῦσι τοιοῦτον γενέσθαι θηρίον τρεῖς ἔχον κεφαλάς, σῶμα δὲ ἕν. ἀδύνατον δὲ ὄφιν καὶ λέοντα καὶ αἶγα ὁμοίᾳ τροφῇ χρῆσθαι· καὶ τὸ θνητὴν ἔχον φύσιν πῦρ ἀποπνεῖν, εὔηθες. ποίᾳ δὲ τῶν κεφαλῶν τὸ σῶμα ἐπηκολούθει; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Βελλεροφόντης ἦν φυγὰς ἀνήρ, τὸ γένος Κορίνθιος, καλὸς κἀγαθός. κατασκευάσας δὲ πλοῖον μακρὸν ἐληίζετο τὰ παραθαλάσσια χωρία πλέων καὶ ἐπόρθει. ὄνομα δὲ ἦν τῷ πλοίῳ Πήγασος (ὡς καὶ νῦν ἕκαστον τῶν πλοίων ὄνομα ἔχει· ἐμοὶ δὲ δοκεῖ πλοίῳ μᾶλλον ἢ ἵππῳ ὄνομα κεῖσθαι Πήγασος). βασιλεὺς δὲ Ἀμισώδαρος ᾤκει ἐπὶ τῷ Ξάνθῳ ποταμῷ ὄρος τι ὑψηλόν, ἐξ οὗ ἡ Τελμισσὶς ὕλη προσκέχωσται, πρὸς ὃ δὴ ὄρος προσβάσεις εἰσὶ δύο, <ἡ> μὲν ἔμπροσθεν ἐκ πόλεως τῆς Ξανθίων, ἡ δὲ ὄπισθεν <ἐκ> τῆς Καρίας· τὰ δὲ ἄλλα κρημνοὶ ὑψηλοί, ἐν δὲ μέσῳ αὐτῶν χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὗ δὴ καὶ πῦρ ἀναφέρεται. τούτῳ τῷ ὄρει ὄνομά ἐστι Χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ προσχώριοι, κατὰ μὲν τὴν πρόσθεν πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν ὄπισθεν δράκων, οἳ δὴ καὶ ἐσίνοντο τοὺς ὑλοτόμους καὶ νομέας. τότε δὲ δὴ Βελλεροφόντης ἐλθὼν τὸ ὄρος ἐνέπρησε, καὶ ἡ Τελμισσὶς κατεκάη καὶ τὰ θηρία ἀπώλετο. ἔλεγον οὖν οἱ προσχώριοι “Βελλεροφόντης ἀφικόμενος μετὰ τοῦ Πηγάσου τὴν Ἀμισωδάρου Χίμαιραν ἀπώλεσε”. τούτου γενομένου προσανεπλάσθη ὁ μῦθος.

Fourth Episode: Αἰσχύλου Ἀγαμέμνων

ἐν τούτῳ τῷ ἀκούσματι διαλέγομαι τῇ Καρολίνῃ περὶ καλλίστου δράματος τοῦ Αἰσχύλου· περὶ τοῦ Ἀγαμέμνονος.

In this episode, we will read the following texts:

1) About the poet: Suidas.

Αἰσχύλος, Ἀθηναῖος, τραγικός, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς
δὲ Ἀμενίου, Εὐφορίωνος καὶ Κυναιγείρου, τῶν εἰς Μαραθῶνα ἀριστευ-
σάντων ἅμα αὐτῷ. ἔσχε δὲ καὶ υἱοὺς τραγικοὺς δύο, Εὐφορίωνα καὶ
Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸς ἐν τῇ θʹ Ὀλυμπιάδι ἐτῶν ὢν κεʹ.
οὗτος πρῶτος εὗρε προσωπεῖα δεινὰ χρώμασι κεχρισμένα ἔχειν τοὺς
τραγικοὺς καὶ ταῖς ἀρβύλαις τοῖς καλουμένοις ἐμβάταις κεχρῆσθαι.
ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίας ϟʹ· νίκας δὲ εἷλεν ηʹ καὶ κʹ,
οἱ δὲ τρισκαίδεκά φασι. φυγὼν δὲ εἰς Σικελίαν διὰ τὸ πεσεῖν τὰ
ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνης ἐπιρριφείσης αὐτῷ ὑπὸ ἀετοῦ
φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο ἐτῶν νηʹ γενόμενος.

2) The plot of the drama: Scholia vetera in Aeschyli Agamemnonem

Ἀγαμέμνονος ὑπόθεσις

Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμήστραι, εἰ πορθήσοι τὸ
Ἴλιον, ὑπέσχετο τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ πυρσοῦ. ὅθεν σκοπὸν
ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμήστρα ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν
ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται περὶ
τοῦ πυρσοῦ ἐροῦσα ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες
παιανίζουσιν. μετ’ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ
τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δ’ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δ’
αὐτῶι ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασσάνδρα. αὐτὸς μὲν
οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμήστραι, Κασσάνδρα
δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαυτῆς καὶ τοῦ
Ἀγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι
ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος
θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν
Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασσάνδρας σιωπή-
σας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποίηκέν τε Αἴγισθον καὶ
Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κε-
φαλαίωι, τὴν μὲν τῆι ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς
Θυέστου ἐξ Ἀτρέως συμφοραῖς. ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλο-
κλέους ὀλυμπιάδι ὀγδοηκοστῆι ἔτει βʹ. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι,
Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῶι. ἐχορήγει Ξενοκλῆς Ἀφιδναῖος.

3) The beginning of the “Agamemnon”:

ΠΡΟΛΟΓΟΣ – ΦΥΛΑΞ

Θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων,
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.
καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10 ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

Third Episode: Δημόκριτος, ὁ Γελασῖνος

Δημόκριτος, ὁ φιλόσοφος, καλεῖται “γελασῖνος”, τουτέστιν· ὁ γελῶν. διὰ τί δὲ οὕτως καλεῖται; καὶ πῶς, ἀεὶ γελῶν, ἐξεῦρεν ὅτι πᾶς ὁ κόσμος σύγκειται ἐξ ἀτόμων; σκεψώμεθα!

Texts in this episode: Diogenes Laertius, Life of Democritus & Letters of Hippocrates

Second Episode: Ἡράκλειτος, ὁ κλαίων φιλόσοφος

πάντες γιγνώσκομεν τὸ “πάντα ῥεῖ” τοῦ Ἡρακλείτου. τίς δ’ ἦν οὗτος ὁ φιλόσοφος; τί ἐδίδαξεν; καὶ διὰ τί καλεῖται ὁ κλαίων; σκεψώμεθα!

First Episode: Φιλόγελως

In this episode we will read the Φιλόγελως (Friend of Laughter), a collection of jokes from the 3rd century. Here are the three jokes from the episode:

Σχολαστικῷ τις ἀπαντήσας ἔφη· Κύριε σχολαστικέ, καθ’ ὕπνους σε εἶδον. ὁ δέ· Μὰ τοὺς θεούς, εἶπεν, ἀσχολῶν οὐ προσέσχον.

Σχολαστικὸς θέλων αὐτοῦ τὸν ὄνον διδάξαι μὴ τρώγειν
οὐ παρέβαλεν αὐτῷ τροφάς. ἀποθανόντος δὲ τοῦ ὄνου ἀπὸ λιμοῦ
ἔλεγε· Μεγάλα ἐζημιώθην· ὅτε γὰρ ἔμαθε μὴ τρώγειν, τότε
ἀπέθανεν.

Σχολαστικὸς εὐτράπελος ἀπορῶν δαπανημάτων τὰ
βιβλία αὐτοῦ ἐπίπρασκε· καὶ γράφων πρὸς τὸν πατέρα ἔλεγε·
Σύγχαιρε ἡμῖν, πάτερ, ἤδη γὰρ ἡμᾶς τὰ βιβλία τρέφει.

Edition used: Kai Brodersen: Philogelos, Antike Witze, griechisch und deutsch. Wiesbaden: Marix 2016.

You can find more jokes here: https://www.hs-augsburg.de/~harsch/graeca/Chronologia/S_post05/Philogelos/phg_text.html#schol

Cover art: AI image by craiyon.com