Jenny

Jenny

Aesop’s Fables: γαλῆ ἐρασθεῖσα (The Weasel in Love)

ΓΑΛΗ ΕΡΑΣΘΕΙΣΑ γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Αφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ. καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε.καθημένων δ’ αὐτῶν…

Aesop’s Fables: βάτραχοι αἰτοῦντες βασιλέα

ΒΑΤΡΑΧΟΙ ΑΙΤΟΥΝΤΕΣ ΒΑΣΙΛΕΑ βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον εἰς τὰ…

Aesop’s Fables: ἀνὴρ καὶ ψύλλα

ΑΝΗΡ ΚΑΙ ΨΥΛΛΑ Ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει. καὶ δὴ συλλαβών·«τίς εἶ σύ,» ἀνεβόα, «ὅτι πάντα μου μέλη κατεβοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων;»ἡ δὲ ἐβόα·«οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι.»ὁ δὲ γελάσας πρὸς αὐτὴν…

Aesop’s Fables: μύρμηξ καὶ τέττιξ

ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. οἱ δὲ μύρμηκες εἶπον αὐτῷ·«διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν;» ὁ δὲ εἶπεν· «οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς.»οἱ δὲ γελάσαντες…

Aesop’s Fables: κώνωψ καὶ λέων (Mosquito and Lion)

ΚΩΝΩΨ ΚΑΙ ΛΕΩΝ κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν·«οὔτε φοβοῦμαί σε οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τίς σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. ἐγὼ δὲ λίαν…

Aesop’s Fables: κώνωψ καὶ ταῦρος (Mosquito and Bull)

ΚΩΝΩΨ ΚΑΙ ΤΑΥΡΟΣ κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν.ὁ δὲ ὑποτυχὼν ἔφη·»ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι.«τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα…