Aesop’s Fables: κώνωψ καὶ ταῦρος (Mosquito and Bull)

ΚΩΝΩΨ ΚΑΙ ΤΑΥΡΟΣ κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν.ὁ δὲ ὑποτυχὼν ἔφη·»ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι.«τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα…









